Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.65 Joseph. AJ 5.70 (English) >>Joseph. AJ 5.74

5.68

Ἔτος δὲ πέμπτον ἤδη παρεληλύθει καὶ Χαναναίων οὐκέτʼ οὐδεὶς ὑπολέλειπτο πλὴν εἰ μή τινες ὀχυρότητι τειχῶν διέφυγον. Ἰησοῦς δʼ ἐκ τῶν Γαλγάλων ἀναστρατοπεδεύσας εἰς τὴν ὄρειον ἱστᾷ τὴν ἱερὰν σκηνὴν κατὰ Σιλοῦν πόλιν, ἐπιτήδειον γὰρ ἐδόκει τὸ χωρίον διὰ κάλλος, ἕως οἰκοδομεῖν ναὸν αὐτοῖς τὰ πράγματα παράσχοι. 5.69καὶ χωρήσας ἐντεῦθεν ἐπὶ Σικίμων σὺν ἅπαντι τῷ λαῷ βωμόν τε ἵστησιν ὅπου προεῖπε Μωυσῆς καὶ νείμας τὴν στρατιὰν ἐπὶ μὲν τῷ Γαριζεῖ ὄρει τὴν ἡμίσειαν ἵστησιν, ἐπὶ δὲ τῷ Ἡβήλῳ τὴν ἡμίσειαν ἐν καὶ βωμός ἐστι καὶ τὸ Λευιτικὸν καὶ τοὺς ἱερέας. 5.70θύσαντες δὲ καὶ ἀρὰς ποιησάμενοι καὶ ταύτας ἐπὶ τῷ βωμῷ γεγραμμένας καταλιπόντες εἰς τὴν Σιλοῦν ἀνέζευξαν. 5.71

Ἰησοῦς δʼ ἤδη γηραιὸς ὢν καὶ τὰς τῶν Χαναναίων πόλεις ὁρῶν οὐκ εὐαλώτους ὑπό τε τῶν χωρίων ἐν οἷς ἦσαν ὀχυρότητος καὶ τῆς τῶν τειχῶν ἰσχύος, τῇ φυσικῇ τῶν πόλεων πλεονεξίᾳ προσεπιβαλλόμενοι προσεδόκων τοὺς πολεμίους ἀφέξεσθαι πολιορκίας διʼ ἀπόγνωσιν τοῦ λαβεῖν, 5.72καὶ γὰρ ἐπʼ ὀλέθρῳ τῷ ἑαυτῶν οἱ Χαναναῖοι μαθόντες τοὺς Ἰσραηλίτας ποιησαμένους τὴν ἔξοδον τὴν ἀπʼ Αἰγύπτου πρὸς τῷ τὰς πόλεις καρτερὰς ποιεῖν ἐκεῖνον ἅπαντʼ ἦσαν τὸν χρόνον, συναγαγὼν τὸν λαὸν εἰς τὴν Σιλοῦν ἐκκλησίαν παρήγγειλε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.65 Joseph. AJ 5.70 (English) >>Joseph. AJ 5.74

Powered by PhiloLogic